Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- βλέπε νῦν ἄνω.
- βλέπω.
- περίαγε τὸν τράχηλον.
- νὴ Δία
- ἀπολαύσομαί τί γʼ, εἰ διαστραφήσομαι.
- εἶδές τι;
- τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.
- οὐχ οὗτος οὖν δήπου ʼστὶν ὀρνίθων πόλος;
- πόλος; τίνα τρόπον;
- ὥσπερ ἂν εἴποι τις τόπος.
- ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται
- ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.
- ἢν δʼ οἰκίσητε τοῦτο καὶ φάρξηθʼ ἅπαξ,
- ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
- ὥστʼ ἄρξετʼ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
- τοὺς δʼ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.
- πῶς;
- ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.
- εἶθʼ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα
- Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,