Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,
  2. ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,
  3. διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους
  4. τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.
Ἔποψ
  1. ἰοὺ ἰού·
  2. μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,
  3. μὴ ʼγὼ νόημα κομψότερον ἤκουσά πω·
  4. ὥστʼ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
  5. εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.
Πισθέταιρος
  1. τίς ἂν οὖν τὸ πρᾶγμʼ αὐτοῖς διηγήσαιτο;
Ἔποψ
  1. σύ.
  2. ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
  3. ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.
Πισθέταιρος
  1. πῶς δῆτʼ ἂν αὐτοὺς ξυγκαλέσειας;
Ἔποψ
  1. ῥᾳδίως.
  2. δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλʼ ἐς τὴν λόχμην,
  3. ἔπειτʼ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,
  4. καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος
  5. ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.
Πισθέταιρος
  1. ὦ φίλτατʼ ὀρνίθων σὺ μή νυν ἕσταθι·