Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.
Ἐυελπίδης
  1. ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.
Πισθέταιρος
  1. φεῦ φεῦ·
  2. ἦ μέγʼ ἐνορῶ βούλευμʼ ἐν ὀρνίθων γένει,
  3. καὶ δύναμιν ἣ γένοιτʼ ἄν, εἰ πίθοισθέ μοι.
Ἔποψ
  1. τί σοι πιθώμεσθʼ;
Πισθέταιρος
  1. ὅ τι πίθησθε; πρῶτα μὲν
  2. μὴ περιπέτεσθε πανταχῇ κεχηνότες·
  3. ὡς τοῦτʼ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα
  4. ἐκεῖ παρʼ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,
  5. τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί·
  6. ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,
  7. ἀτέκμαρτος, οὐδὲν οὐδέποτʼ ἐν ταὐτῷ μένων.
Ἔποψ
  1. νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.
  2. τί ἂν οὖν ποιοῖμεν;
Πισθέταιρος
  1. οἰκίσατε μίαν πόλιν.
Ἔποψ
  1. ποίαν δʼ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;
Πισθέταιρος
  1. ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,
  2. βλέψον κάτω.
Ἔποψ
  1. καὶ δὴ βλέπω.