Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.
- ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.
- ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας.
- μεγάλαι μεγάλαι κατέχουσι τύχαι
- γένος ὀρνίθων
- διὰ τόνδε τὸν ἄνδρʼ. ἀλλʼ ὑμεναίοις
- καὶ νυμφιδίοισι δέχεσθʼ ᾠδαῖς
- αὐτὸν καὶ τὴν Βασίλειαν.
- Ἥρᾳ ποτʼ Ὀλυμπίᾳ
- τῶν ἠλιβάτων θρόνων
- ἄρχοντα θεοῖς μέγαν
- Μοῖραι ξυνεκοίμισαν
- ἐν τοιῷδʼ ὑμεναίῳ.
- Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,
- Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.
- ὁ δʼ ἀμφιθαλὴς Ἔρως
- χρυσόπτερος ἡνίας
- ηὔθυνε παλιντόνους,
- Ζηνὸς πάροχος γάμων
- τῆς τʼ εὐδαίμονος Ἥρας.