Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κἀπὸ τῶν ἐγγλωττογαστόρων
  2. ἐκείνων τῶν Φιλίππων
  3. πανταχοῦ τῆς Ἀττικῆς ἡ
  4. γλῶττα χωρὶς τέμνεται.
Ἄγγελος
  1. ὦ πάντʼ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου,
  2. ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος,
  3. δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις.
  4. προσέρχεται γὰρ οἷς οὔτε παμφαὴς
  5. ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ,
  6. οὔθʼ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας
  7. τοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεται
  8. ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,
  9. πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος·
  10. ὀσμὴ δʼ ἀνωνόμαστος ἐς βάθος κύκλου
  11. χωρεῖ, καλὸν θέαμα· θυμιαμάτων δʼ
  12. αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.
  13. ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς
  14. Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.
Χορός
  1. ἄναγε δίεχε πάραγε πάρεχε.
  2. περιπέτεσθε