Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,
  2. Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.
Πισθέταιρος
  1. ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς·
  2. ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ
  3. καὶ τὰς χθονίας κλῄσατε βροντὰς
  4. τάς τε πυρώδεις Διὸς ἀστεροπὰς
  5. δεινόν τʼ ἀργῆτα κεραυνόν.
Χορός
  1. ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
  2. ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,
  3. ὦ χθόνιαι βαρυαχέες
  4. ὀμβροφόροι θʼ ἅμα βρονταί,
  5. αἷς ὅδε νῦν χθόνα σείει.
  6. διὰ σὲ τὰ πάντα κρατήσας
  7. καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
  8. Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.
Πισθέταιρος
  1. ἔπεσθε νῦν γάμοισιν ὦ
  2. φῦλα πάντα συννόμων
  3. πτεροφόρʼ ἐπὶ δάπεδον Διὸς
  4. καὶ λέχος γαμήλιον.
  5. ὄρεξον ὦ μάκαιρα σὴν