Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐγὼ δʼ, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.
- ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
- ἀλλʼ ἴθι μεθʼ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,
- ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντʼ ἐκεῖ λάβῃς.
- ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
- ἐς τοὺς γάμους.
- βούλεσθε δῆτʼ ἐγὼ τέως
- ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δʼ ἴτε.
- ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.
- οὐκ εἶ μεθʼ ἡμῶν;
- εὖ γε μέντἂν διετέθην.
- ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.
- ἔστι δʼ ἐν Φαναῖσι πρὸς τῇ
- Κλεψύδρᾳ πανοῦργον ἐγ-
- γλωττογαστόρων γένος,
- οἳ θερίζουσίν τε καὶ σπείρουσι
- καὶ τρυγῶσι ταῖς γλώτταισι
- συκάζουσί τε·
- βάρβαροι δʼ εἰσὶν γένος,
- Γοργίαι τε καὶ Φίλιπποι.