Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐμοὶ δʼ ἄρʼ οὐδὲν τῶν πατρῴων χρημάτων
  2. μέτεστιν;
Πισθέταιρος
  1. οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
  2. ἤδη σʼ ὁ πατὴρ εἰσήγαγʼ ἐς τοὺς φράτερας;
Ἡρακλῆς
  1. οὐ δῆτʼ ἐμέ γε. καὶ δῆτʼ ἐθαύμαζον πάλαι.
Πισθέταιρος
  1. τί δῆτʼ ἄνω κέχηνας αἴκειαν βλέπων;
  2. ἀλλʼ ἢν μεθʼ ἡμῶν ᾖς, καταστήσας σʼ ἐγὼ
  3. τύραννον ὀρνίθων παρέξω σοι γάλα.
Ἡρακλῆς
  1. δίκαιʼ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
  2. περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.
Πισθέταιρος
  1. τί δαὶ σὺ φῄς;
Ποσειδῶν
  1. τἀναντία ψηφίζομαι.
Πισθέταιρος
  1. ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;
Τριβαλλός
  1. καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ
  2. ὄρνιτο παραδίδωμι.
Ἡρακλῆς
  1. παραδοῦναι λέγει.
Ποσειδῶν
  1. μὰ τὸν Δίʼ οὐχ οὗτός γε παραδοῦναι λέγει,
  2. εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.
Πισθέταιρος
  1. οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.
Ποσειδῶν
  1. σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε·