Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἴμοι τάλας οἷόν σε περισοφίζεται.
- δεῦρʼ ὡς ἔμʼ ἀποχώρησον, ἵνα τί σοι φράσω.
- διαβάλλεταί σʼ ὁ θεῖος ὦ πόνηρε σύ.
- τῶν γὰρ πατρῴων οὐδʼ ἀκαρῆ μέτεστί σοι
- κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.
- ἐγὼ νόθος; τί λέγεις;
- σὺ μέντοι νὴ Δία
- ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε
- ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
- οὖσαν θυγατέρʼ, ὄντων ἀδελφῶν γυησίων;
- τί δʼ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
- νοθεἶ ἀποθνῄσκων;
- ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
- οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
- ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
- φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
- ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·
- νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
- γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
- ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.