Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- φησί μʼ εὖ λέγειν πάνυ.
- εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.
- οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
- καὶ νὴ Δίʼ ἕτερόν γʼ ἐστὶν οὗ ʼμνήσθην ἐγώ.
- τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
- τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκʼ ἐμοὶ
- ἐκδοτέον ἐστίν.
- οὐ διαλλαγῶν ἐρᾷς.
- ἀπίωμεν οἴκαδʼ αὖθις.
- ὀλίγον μοι μέλει.
- μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
- ὦ δαιμόνιʼ ἀνθρώπων Πόσειδον ποῖ φέρει;
- ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
- τί δαὶ ποιῶμεν;
- ὅ τι; διαλλαττώμεθα.
- τί δʼ ᾠζύρʼ; οὐκ οἶσθʼ ἐξαπατώμενος πάλαι;
- βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
- ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
- πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
- τὰ χρήμαθʼ, ὅσʼ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.