Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κἀμοὶ δοκεῖ.
Πισθέταιρος
  1. τί δαὶ σὺ φῄς;
Τριβαλλός
  1. ναβαισατρεῦ.
Πισθέταιρος
  1. ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι
  2. ἀκούσαθʼ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
  3. ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
  4. εὐξάμενος εἶτα διασοφίζηται λέγων,
  5. μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ,
  6. ἀναπράξομεν καὶ ταῦτα.
Ποσειδῶν
  1. φέρʼ ἴδω τῷ τρόπῳ;
Πισθέταιρος
  1. ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
  2. ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,
  3. καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
  4. προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.
Ἡρακλῆς
  1. τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
  2. τούτοις ἐγώ.
Ποσειδῶν
  1. καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
Ἡρακλῆς
  1. ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
Τριβαλλός
  1. σαυνάκα
  2. βακταρικροῦσα.