Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πρὸς τὸ λαῖτμα τῆς καμήλου
- Χαιρεφῶν ἡ νυκτερίς.
- τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
- ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
- οὗτος τί δρᾷς; ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει;
- οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια;
- τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
- ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,
- εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί;
- ἕξεις ἀτρέμας;
- οἴμωζε· πολὺ γὰρ δή σʼ ἐγὼ
- ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
- ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;
- ἀκήκοας
- ἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,
- ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας.
- ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶν
- πρέσβεις.
- διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
- τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·