Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.
Ποσειδῶν
  1. τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
  2. τρεῖς ὄντες ἡμεῖς.
Πισθέταιρος
  1. ἀλλʼ ἐπικνῶ τὸ σίλφιον.
Ἡρακλῆς
  1. τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν;
Πισθέταιρος
  1. ὄρνιθές τινες
  2. ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
  3. ἔδοξαν ἀδικεῖν.
Ἡρακλῆς
  1. εἶτα δῆτα σίλφιον
  2. εἴπικνῇς πρότερον αὐτοῖσιν;
Πισθέταιρος
  1. ὦ χαῖρʼ Ἡράκλεις.
  2. τί ἔστι;
Ποσειδῶν
  1. πρεσβεύοντες ἡμεῖς ἥκομεν
  2. παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
Πισθέταιρος
  1. ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
Ἡρακλῆς
  1. καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει.
Ποσειδῶν
  1. ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
  2. ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
  3. ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν,
  4. ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.