Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις.
- τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι.
- ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ.
- μόνον θεῶν γὰρ διὰ σʼ ἀπανθρακίζομεν.
- μισῶ δʼ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.
- νὴ τὸν Δίʼ ἀεὶ δῆτα θεομισὴς ἔφυς.
- Τίμων καθαρός. ἀλλʼ ὡς ἂν ἀποτρέχω πάλιν,
- φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ
- ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.
- καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.
- πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη
- τις ἔστʼ ἄλουτος οὗ
- ψυχαγωγεῖ Σωκράτης·
- ἔνθα καὶ Πείσανδρος ἦλθε
- δεόμενος ψυχὴν ἰδεῖν ἣ
- ζῶντʼ ἐκεῖνον προὔλιπε,
- σφάγιʼ ἔχων κάμηλον ἀμνόν
- τινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερ
- ποθʼ οὑδυσσεὺς ἀπῆλθε,
- κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθεν