Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
Πισθέταιρος
  1. ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
  2. τί ἔστιν;
Προμηθεύς
  1. ὅ τι ἔστιν; Τριβαλλοί.
Πισθέταιρος
  1. μανθάνω.
  2. ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;
Προμηθεύς
  1. μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές·
  2. ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
  3. παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·
  4. ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷ
  5. τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,
  6. καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ.
Πισθέταιρος
  1. τίς ἐστιν ἡ Βασίλεια;
Προμηθεύς
  1. καλλίστη κόρη,
  2. ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
  3. καὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαν
  4. τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,
  5. τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.
Πισθέταιρος
  1. ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει;
Προμηθεύς
  1. φήμʼ ἐγώ.