Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἰοὺ ἰού·
- εὖ γʼ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
- ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.
- ἄκουε δή νυν.
- ὡς ἀκούοντος λέγε.
- ἀπόλωλεν ὁ Ζεύς.
- πηνίκʼ ἄττʼ ἀπώλετο;
- ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.
- θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι
- θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο
- ἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου,
- ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
- ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ
- πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες
- ἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί,
- εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα,
- ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
- εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
- ἄνωθεν ὑμῶν;
- οὐ γάρ εἰσι βάρβαροι,