Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐμοῦ κατόπιν ἐνταῦθα;
- μὰ Δίʼ ἐγὼ μὲν οὔ.
- τίς δʼ εἶ σύ;
- πηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας;
- ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
- ἀλλὰ σὺ τίς εἶ;
- βουλυτὸς ἢ περαιτέρω;
- οἴμʼ ὡς βδελύττομαί σε.
- τί γὰρ ὁ Ζεὺς ποιεῖ;
- ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
- οἴμωζε μεγάλʼ.
- οὕτω μὲν ἐκκεκαλύψομαι.
- ὦ φίλε Προμηθεῦ.
- παῦε παῦε, μὴ βόα.
- τί γὰρ ἔστι;
- σίγα, μὴ κάλει μου τοὔνομα·
- ἀπὸ γάρ μʼ ὀλεῖς, εἴ μʼ ἐνθάδʼ ὁ Ζεὺς ὄψεται.
- ἀλλʼ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,
- τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε
- ἄνωθεν, ὡς ἂν μή μʼ ὁρῶσιν οἱ θεοί.