Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. βλαστάνει καὶ συκοφαντεῖ,
  2. τοῦ δὲ χειμῶνος πάλιν τὰς
  3. ἀσπίδας φυλλορροεῖ.
Χορός
  1. ἔστι δʼ αὗ χώρα πρὸς αὐτῷ
  2. τῷ σκότῳ πόρρω τις ἐν
  3. τῇ λύχνων ἐρημίᾳ,
  4. ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι
  5. ξυναριστῶσι καὶ ξύν-
  6. εισι πλὴν τῆς ἑσπέρας.
  7. τηνικαῦτα δʼ οὐκέτʼ ἦν
  8. ἀσφαλὲς ξυντυγχάνειν.
  9. εἰ γὰρ ἐντύχοι τις ἥρῳ
  10. τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
  11. γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦ
  12. πάντα τἀπιδέξια.
Προμηθεύς
  1. οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται.
  2. ποῦ Πισθέταιρός ἐστʼ;
Πισθέταιρος
  1. ἔα τουτὶ τί ἦν;
  2. τίς ὁ συγκαλυμμός;
Προμηθεύς
  1. τῶν θεῶν ὁρᾷς τινα