Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μανθάνω
  2. βέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
  3. κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
Συκοφάντης
  1. οἴμοι τάλας μάστιγʼ ἔχεις.
Πισθέταιρος
  1. πτερὼ μὲν οὖν,
  2. οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.
Συκοφάντης
  1. οἴμοι τάλας.
Πισθέταιρος
  1. οὐ πτερυγιεῖς ἐντευθενί;
  2. οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;
  3. πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.
  4. ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
Χορός
  1. πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστʼ
  2. ἐπεπτόμεσθα καὶ
  3. δεινὰ πράγματʼ εἴδομεν.
  4. ἔστι γὰρ δένδρον πεφυκὸς
  5. ἔκτοπόν τι Καρδίας ἀ-
  6. πωτέρω Κλεώνυμος,
  7. χρήσιμον μὲν οὐδέν, ἄλλως
  8. δὲ δειλὸν καὶ μέγα.
  9. τοῦτο τοῦ μὲν ἦρος ἀεὶ