Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται
  2. ἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼ
  3. ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
  4. τρέψαι πρὸς ἔργον νόμιμον.
Συκοφάντης
  1. ἀλλʼ οὐ βούλομαι.
Πισθέταιρος
  1. τί δαὶ ποιήσεις;
Συκοφάντης
  1. τὸ γένος οὐ καταισχυνῶ.
  2. παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
  3. ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
  4. ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
  5. καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ
  6. κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.
Πισθέταιρος
  1. μανθάνω.
  2. ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
  3. ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
Συκοφάντης
  1. πάνυ μανθάνεις.
Πισθέταιρος
  1. κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει
  2. ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ.
Συκοφάντης
  1. πάντʼ ἔχεις.
  2. βέμβικος οὐδὲν διαφέρειν δεῖ.