Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.
Πισθέταιρος
  1. ἀλλʼ ἔστιν ἕτερα νὴ Δίʼ ἔργα σώφρονα,
  2. ἀφʼ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ
  3. ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.
Συκοφάντης
  1. ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.
Πισθέταιρος
  1. νῦν τοι λέγων πτερῶ σε.
Συκοφάντης
  1. καὶ πῶς ἂν λόγοις
  2. ἄνδρα πτερώσειας σύ;
Πισθέταιρος
  1. πάντες τοῖς λόγοις
  2. ἀναπτεροῦνται.
Συκοφάντης
  1. πάντες;
Πισθέταιρος
  1. οὐκ ἀκήκοας,
  2. ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
  3. τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
  4. δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
  5. λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.
  6. ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
  7. ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
Συκοφάντης
  1. λόγοισί τἄρα καὶ πτεροῦνται;
Πισθέταιρος
  1. φήμʼ ἐγώ.