Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
  2. ὅδʼ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.
Συκοφάντης
  1. τανυσίπτερε ποικίλα μάλʼ αὖθις.
Πισθέταιρος
  1. ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,
  2. δεῖσθαι δʼ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
Συκοφάντης
  1. τίς ὁ πτερῶν δεῦρʼ ἐστὶ τοὺς ἀφικνουμένους;
Πισθέταιρος
  1. ὁδὶ πάρεστιν· ἀλλʼ ὅτου δεῖ χρὴ λέγειν.
Συκοφάντης
  1. πτερῶν πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.
Πισθέταιρος
  1. μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
Συκοφάντης
  1. μὰ Δίʼ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς
  2. καὶ συκοφάντης —
Πισθέταιρος
  1. ὦ μακάριε τῆς τέχνης.
Συκοφάντης
  1. καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν
  2. κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.
Πισθέταιρος
  1. ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;
Συκοφάντης
  1. μὰ Δίʼ ἀλλʼ ἵνʼ οἱ λῃσταί τε μὴ λυπῶσί με,
  2. μετὰ τῶν γεράνων τʼ ἐκεῖθεν ἀναχωρῶ πάλιν,
  3. ἀνθʼ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.
Πισθέταιρος
  1. τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; εἰπέ μοι,
  2. νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;