Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἰωνῶν ταναοδείρων —
- ὠόπ.
- τὸν ἁλάδρομον ἁλάμενος
- ἅμʼ ἀνεμων πνοαῖσι βαίην.
- νὴ τὸν Δίʼ ἦ ʼγώ σου καταπαύσω τὰς πνοάς.
- τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
- τοτὲ δʼ αὖ βορέᾳ σῶμα πελάζων
- ἀλίμενον αἰθέρος αὔλακα τέμνων.
- χαρίεντά γʼ ὦ πρεσβῦτʼ ἐσοφίσω καὶ σοφά.
- οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;
- ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,
- ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμʼ ἀεί;
- βούλει διδάσκειν καὶ παρʼ ἡμῖν οὖν μένων
- Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
- Κεκροπίδα φυλήν;
- καταγελᾷς μου, δῆλος εἶ.
- ἀλλʼ οὖν ἔγωγʼ οὐ παύσομαι, τοῦτʼ ἴσθʼ ὅτι,
- πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.
- ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,
- τανυσίπτερε ποικίλα χελιδοῖ;