Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πέτομαι δʼ ὁδὸν ἄλλοτʼ ἐπʼ ἄλλαν μελέων —
Πισθέταιρος
  1. τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
Κινησίας
  1. ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων —
Πισθέταιρος
  1. ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
  2. τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;
Κινησίας
  1. ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.
Πισθέταιρος
  1. παῦσαι μελῳδῶν, ἀλλʼ ὅ τι λέγεις εἰπέ μοι.
Κινησίας
  1. ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
  2. ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
  3. ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.
Πισθέταιρος
  1. ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;
Κινησίας
  1. κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.
  2. τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
  3. ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα
  4. καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.
Πισθέταιρος
  1. οὐ δῆτʼ ἔγωγε.
Κινησίας
  1. νὴ τὸν Ἡρακλέα σύ γε.
  2. ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.
Κινησίας
  1. εἴδωλα πετεινῶν
  2. αἰθεροδρόμων