Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν·
- ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους
- πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,
- δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.
- ἀπέλαυσά τἄρα νὴ Δίʼ ἐλθὼν ἐνθαδί,
- εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.
- οὐδέν γʼ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε
- εὔνους, πτερώσω σʼ ὥσπερ ὄρνιν ὀρφανόν.
- σοὶ δʼ ὦ νεανίσκʼ οὐ κακῶς ὑποθήσομαι,
- ἀλλʼ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ
- τὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼν
- τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ,
- νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
- φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,
- τὸν πατέρ ἔα ζῆν· ἀλλʼ ἐπειδὴ μάχιμος εἶ,
- ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.
- νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,
- καὶ πείσομαί σοι.
- νοῦν ἄρʼ ἔξεις νὴ Δία.
- ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·