Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πρὸς ἄνδρʼ ὁρῶν πτερώσεις.
- οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,
- οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
- γενοίμαν αἰετὸς ὑψιπέτας,
- ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου
- γλαυκᾶς ἐπʼ οἶδμα λίμνας.
- ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.
- ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.
- αἰβοῖ·
- οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον·
- ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι
- οἰκεῖν μεθʼ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.
- ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.
- πάντων· μάλιστα δʼ ὅτι καλὸν νομίζεται
- τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.
- καὶ νὴ Δίʼ ἀνδρεῖόν γε πάνυ νομιζομεν,
- ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.
- διὰ ταῦτα μέντοι δεῦρʼ ἀνοικισθεὶς ἐγὼ
- ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντʼ ἔχειν.
- ἀλλʼ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος