Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καλεῖ τις ἀνθρώπων.
- τύχη μόνον προσείη.
- κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως.
- θάττον φέρειν κελεύω.
- τί γὰρ οὐκ ἔνι ταύτῃ
- καλὸν ἀνδρὶ μετοικεῖν;
- Σοφία Πόθος Ἀμβροσία Χάριτες
- τό τε τῆς ἀγανόφρονος Ἡσυχίας
- εὐήμερον πρόσωπον.
- ὡς βλακικῶς διακονεῖς·
- οὐ θᾶττον ἐγκονήσεις;
- φερέτω κάλαθον ταχύ τις πτερύγων,
- σὺ δʼ αὖθις ἐξόρμα —
- τύπτων γε τοῦτον ὡδί.
- πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
- Μανῆς γάρ ἐστι δειλός.
- σὺ δὲ τὰ πτερὰ πρῶτον
- διάθες τάδε κόσμῳ,
- τά τε μουσίχʼ ὁμοῦ τά τε μαντικὰ καὶ
- τὰ θαλάττιʼ. ἔπειτα δʼ ὅπως φρονίμως