Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- Ὀπουντίῳ δʼ ὀφθαλμὸν οὐκ ἔχων κόραξ,
- κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει,
- ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,
- Συρακοσίῳ δὲ κίττα· Μειδίας δʼ ἐκεῖ
- ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι
- ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.
- ᾖδον δʼ ὑπὸ φιλορνιθίας πάντες μέλη,
- ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη
- ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ
- ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.
- τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω·
- ἥξουσʼ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι
- πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων·
- ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.
- οὐκ ἆρα μὰ Δίʼ ἡμῖν ἔτʼ ἔργον ἑστάναι.
- ἀλλʼ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους
- καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν·
- Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά·
- ἐγὼ δʼ ἐκείνων τοὺς προσιόντας δέξομαι.
- ταχὺ δὴ πολυάνορα τάνδε πόλιν