Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
- στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.
- δέχομαι. τί δʼ οὕτως οἱ λεῲ τιμῶσί με;
- ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,
- οὐκ οἷσθʼ ὅσην τιμὴν παρʼ ἀνθρώποις φέρει,
- ὅσους τʼ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
- πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,
- ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
- ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν
- σκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖ
- ὀρνιθομανοῦσι, πάντα δʼ ὑπὸ τῆς ἡδονῆς
- ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι·
- πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
- ἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν·
- κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία·
- εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα.
- ὠρνιθομάνουν δʼ οὕτω περιφανῶς ὥστε καὶ
- πολλοῖσιν ὀρνίθων ὀνόματʼ ἦν κείμενα.
- πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο
- χωλός, Μενίππῳ δʼ ἦν χελιδὼν τοὔνομα,