Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;
- μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
- κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτει
- διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
- ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
- οὐκ οἶδα μὰ Δίʼ ἔγωγε· τῇδε μὲν γὰρ οὔ.
- ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γʼ οἶσθα τοῦθʼ ὅτι
- δικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδων
- ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;
- ἀλλʼ ἀθάνατός εἰμʼ.
- ἀλλʼ ὅμως ἂν ἀπέθανες.
- δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ,
- εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶ
- ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτι
- ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
- φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
- ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς
- φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
- μηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραις
- κνισᾶν τʼ ἀγυιάς.