Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὄνομα δέ σο. τί ἐστι; πλοῖον ἢ κυνῆ;
- Ἶρις ταχεῖα.
- Πάραλος ἢ Σαλαμινία;
- τί δὲ τοῦτο;
- ταυτηνί τις οὐ συλλήψεται
- ἀναπτόμενος τρίορχος;
- ἐμὲ συλλήψεται;
- τί ποτʼ ἐστὶ τουτὶ τὸ κακόν;
- οἰμώξει μακρά.
- ἄτοπόν γε τουτὶ πρᾶγμα.
- κατὰ ποίας πύλας
- εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;
- οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας.
- ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
- πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
- σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν;
- τί τὸ κακόν.
- οὐκ ἔλαβες;
- ὑγιαίνεις μέν;
- οὐδὲ σύμβολον