Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τί σὺ λέγεις; ποίοις θεοῖς;
- ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.
- θεοὶ γὰρ ὑμεῖς;
- τίς γάρ ἐστʼ ἄλλος θεός;
- ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
- οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί.
- ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
- δεινάς, ὅπως μή σου γένος πανώλεθρον
- Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,
- λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
- καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
- ἄκουσον αὕτη· παῦε τῶν παφλασμάτων·
- ἔχʼ ἀτρέμα. φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα
- ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;
- ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,
- μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
- καταιθαλώσω πυρφόροισιν αἰετοῖς;
- πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν
- ὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένους
- πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε