Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
- κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός·
- ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
- αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·
- κἄστʼ οὐ μακρὰν ἄπωθεν, ἀλλʼ ἐνταῦθά που
- ἤδη ʼστίν.
- οὔκουν σφενδόνας δεῖ λαμβάνειν
- καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης·
- τόξευε παῖε, σφενδόνην τίς μοι δότω.
- πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς
- πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς
- ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο,
- μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν·
- --- ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,
- ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
- δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
- αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μένʼ ἥσυχος,
- ἔχʼ ἀτρέμας· αὐτοῦ στῆθʼ· ἐπίσχες τοῦ δρόμου.
- τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότʼ εἶ.
- παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.