Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι
- οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;
- νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον·
- ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
- ἀλλʼ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος
- ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.
- ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.
- τί τὸ πρᾶγμα τουτί;
- δεινότατα πεπόνθαμεν.
- τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς
- διὰ τῶν πυλῶν εἰσέπτετʼ ἐς τὸν ἀέρα,
- λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
- ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
- τίς τῶν θεῶν;
- οὐκ ἴσμεν· ὅτι δʼ εἶχε πτερά,
- τοῦτʼ ἴσμεν.
- οὔκουν δῆτα περιπόλους ἐχρῆν
- πέμψαι κατʼ αὐτὸν εὐθύς;
- ἀλλʼ ἐπέμψαμεν
- τρισμυρίους ἱέρακας ἱπποτοξότας,