Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις
  2. ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.
Πισθέταιρος
  1. τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
Ἄγγελος Α
  1. καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναι
  2. ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα
  3. ἐπέτοντʼ ἔχουσαι κατόπιν †ὥσπερ παιδία
  4. τὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες.
Πισθέταιρος
  1. τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
  2. φέρʼ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες
  3. ἀπηργάσαντʼ;
Ἄγγελος Α
  1. ὄρνιθες ἦσαν τέκτονες
  2. σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
  3. ἀπεπελέκησαν τὰς πύλας· ἦν δʼ ὁ κτύπος
  4. αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
  5. καὶ νῦν ἅπαντʼ ἐκεῖνα πεπύλωται πύλαις
  6. καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
  7. ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,
  8. φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι
  9. ἐν τοῖσι πύργοις. ἀλλʼ ἐγὼ μὲν ἀποτρέχων
  10. ἀπονίψομαι· σὺ δʼ αὐτὸς ἤδη τἄλλα δρᾶ.