Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.
- Ἡράκλεις.
- τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησʼ αὔτʼ ἐγώ,
- ἑκατοντορόγυιον.
- ὦ Πόσειδον τοῦ μάκρους.
- τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
- ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
- πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
- ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
- ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
- γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
- τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
- ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι·
- ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα
- οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα.
- ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες;
- ἐρωδιοὶ
- λεκάναισι.
- τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
- τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα·