Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κἂν λαχόντες ἀρχίδιον εἶθʼ ἁρπάσαι βούλησθέ τι,
  2. ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.
  3. ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.
  4. ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν
  5. ὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆνʼ ἔχῃ,
  6. ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθʼ οὕτω δίκην
  7. δώσεθʼ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.
Πισθέταιρος
  1. τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά·
  2. ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
  3. οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
  4. ἀλλʼ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.
Ἄγγελος Α
  1. ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι ποῦ,
  2. ποῦ Πισθέταιρός ἐστιν ἅρχων;
Πισθέταιρος
  1. οὑτοσί.
Ἄγγελος Α
  1. ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
Πισθέταιρος
  1. εὖ λέγεις.
Ἄγγελος Α
  1. κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον·
  2. ὥστʼ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς
  3. καὶ Θεογένης ἐναντίω δύʼ ἅρματε,
  4. ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,