Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- χλαίνας οὐκ ἀμπισχνοῦνται·
- οὐδʼ αὖ θερμὴ πνίγους ἡμᾶς
- ἀκτὶς τηλαυγὴς θάλπει·
- ἀλλʼ ἀνθηρῶν λειμώνων
- φύλλων τʼ ἐν κόλποις ναίω,
- ἡνίκʼ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας
- θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.
- χειμάζω δʼ ἐν κοίλοις ἄντροις
- νύμφαοις οὐρείαις ξυμπαίζων·
- ἠρινά τε βοσκόμεθα παρθένια
- λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα.
- τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι,
- ὅσʼ ἀγάθʼ, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν,
- ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.
- πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται,
- γλαῦκες ὑμᾶς οὔποτʼ ἐπιλείψουσι Λαυρειωτικαί·
- ἀλλʼ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις
- ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα.
- εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε·
- τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν·