Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἵνα Λυσιμάχην σε καλῶμεν.
- παῦσον δʼ ἡμῶν τὰς ὑπονοίας
- τὰς περικόμψους,
- αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους·
- μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληνας
- πάλιν ἐξ ἀρχῆς
- φιλίας χυλῷ καὶ συγγνώμῃ
- τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν·
- καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν
- ἐμπλησθῆναι, μεγάλων σκορόδων,
- σικύων πρῴων, μήλων, ῥοιῶν.
- δούλοισι χλανισκιδίων μικρῶν·
- κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν
- χῆνας νήττας φάττας τροχίλους·
- καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,
- καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους
- ὀψωνοῦντας τυρβάζεσθαι
- Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις
- τένθαις πολλοῖς· κᾆτα Μελάνθιον
- ἥκειν ὕστερον ἐς τὴν ἀγοράν,