Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν,
  2. εἶτα μονῳδεῖν ἐκ Μηδείας,
  3. ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς
  4. τᾶς ἐν τεύτλοισι λοχευομένας·
  5. τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.
Τρυγαῖος
  1. ταῦτʼ ὦ πολυτίμητʼ εὐχομένοις ἡμῖν δίδου.
Οἰκέτης
  1. λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶς
  2. σφάξεις τὸν οἶν.
Τρυγαῖος
  1. ἀλλʼ οὐ θέμις.
Οἰκέτης
  1. τιὴ τί δή;
Τρυγαῖος
  1. οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,
  2. οὐδʼ αἱματοῦται βωμός. ἀλλʼ εἴσω φέρων
  3. θύσας τὰ μηρἴ ἐξελὼν δεῦρʼ ἔκφερε,
  4. χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
Χορός
  1. σέ τοι θύρασι χρὴ --- μένοντα τοίνυν
  2. σχίζας δευρὶ τιθέναι ταχέως
  3. τά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις.
Τρυγαῖος
  1. οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
Χορός
  1. πῶς δʼ οὐχί; τί γάρ σε πέφευγʼ
  2. ὅσα χρὴ σοφὸν ἄνδρα; τί δʼ οὐ