Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ.
Χορός
  1. εὐχώμεσθα δή.
Τρυγαῖος
  1. ὦ σεμνοτάτη βασίλεια θεὰ
  2. πότνιʼ Εἰρήνη,
  3. δέσποινα χορῶν, δέσποινα γάμων,
  4. δέξαι θυσίαν τὴν ἡμετέραν.
Χορός
  1. δέξαι δῆτʼ ὦ πολυτιμήτη
  2. νὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱ
  3. μοιχευόμεναι δρῶσι γυναῖκες.
  4. καὶ γὰρ ἐκεῖναι παρακλίνασαι
  5. τῆς αὐλείας παρακύπτουσιν,
  6. κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
  7. ἀναχωροῦσιν,
  8. κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν.
  9. τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.
Τρυγαῖος
  1. μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν
  2. γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς
  3. ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη
  4. τρία καὶ δέκʼ ἔτη,
  5. λῦσον δὲ μάχας καὶ κορκορυγάς,