Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.
- φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών,
- σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,
- καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
- καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
- ἰδού.
- ἔδωκας ἤδη;
- νὴ τὸν Ἑρμῆν ὥστε γε
- τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
- οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
- οὐχ αἱ γυναῖκές γʼ ἔλαβον.
- ἀλλʼ εἰς ἑσπέραν
- δώσουσιν αὐταῖς ἅνδρες.
- ἀλλʼ εὐχώμεθα.
- τίς τῇδε; ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;
- τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
- τούτους ἀγαθοὺς ἐνόμισας;
- οὐ γάρ, οἵτινες
- ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ
- ἐς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;