Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.
- ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
- χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ
- τούτων κατὰ καιρὸν ἀπαντᾷ.
- ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
- ἐπείγετέ νυν ἐν ὅσῳ
- σοβαρὰ θεόθεν κατέχει
- πολέμου μετάτροπος αὔρα.
- νῦν γὰρ δαίμων φανερῶς
- εἰς ἀγαθὰ μεταβιβάζει.
- τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
- καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
- οὔκουν ἁμιλλήσεσθον; ὡς
- ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
- πρόσεισιν αὐλήσων ἄκλητος,
- κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι
- φυσῶντι καὶ πονουμένῳ
- προσδώσετε δήπου.
- ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα
- περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.