Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;
- βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
- ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
- μὴ μή.
- τιή;
- ἵνα μὴ γένηται Θεογένους ὑηνία.
- τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
- ὀί.
- ὀί;
- ναὶ μὰ Δίʼ.
- ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν
- τὸ ῥῆμʼ.
- ἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳ
- ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
- ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—
- εὖ τοι λέγεις.
- καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.
- ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους
- καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
- ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·