Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν
  2. τὸ ῥῆμʼ.
Χορός
  1. ἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳ
  2. ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
  3. ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—
Τρυγαῖος
  1. εὖ τοι λέγεις.
Χορός
  1. καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.
  2. ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους
  3. καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
Τρυγαῖος
  1. ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·