Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;
Χορός
  1. βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
Τρυγαῖος
  1. ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
Χορός
  1. μὴ μή.
Τρυγαῖος
  1. τιή;
Χορός
  1. ἵνα μὴ γένηται Θεογένους ὑηνία.
Τρυγαῖος
  1. τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
Χορός
  1. ὀί.
Τρυγαῖος
  1. ὀί;
Χορός
  1. ναὶ μὰ Δίʼ.