Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.
Χορός
  1. ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
  2. χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ
  3. τούτων κατὰ καιρὸν ἀπαντᾷ.
Τρυγαῖος
  1. ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
Χορός
  1. ἐπείγετέ νυν ἐν ὅσῳ
  2. σοβαρὰ θεόθεν κατέχει
  3. πολέμου μετάτροπος αὔρα.
  4. νῦν γὰρ δαίμων φανερῶς
  5. εἰς ἀγαθὰ μεταβιβάζει.