Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,
- ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.
- ἦ χρηστὸς ἀνὴρ πολίτης
- ἐστὶν ἅπασιν ὅστις
- γʼ ἐστὶ τοιοῦτος.
- ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
- καὶ νῦν σύ γε δῆλος εἶ·
- σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις
- γεγένησαι.
- φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
- καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.
- πολλῶν γὰρ ὑμῖν ἄξιος
- Τρυγαῖος ἁθμονεὺς ἐγώ,
- δεινῶν ἀπαλλάξας πόνων
- τὸν δημότην ὅμιλον,
- καὶ τὸν γεωργικὸν λεὼν
- Ὑπέρβολόν τε παύσας.
- ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;
- τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;
- χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;