Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.
Τρυγαῖος
  1. πολλῶν γὰρ ὑμῖν ἄξιος
  2. Τρυγαῖος ἁθμονεὺς ἐγώ,
  3. δεινῶν ἀπαλλάξας πόνων
  4. τὸν δημότην ὅμιλον,
  5. καὶ τὸν γεωργικὸν λεὼν
  6. Ὑπέρβολόν τε παύσας.
Οἰκέτης
  1. ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;
Τρυγαῖος
  1. τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;
Χορός
  1. χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;