Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,
  2. ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.
Χορός
  1. ἦ χρηστὸς ἀνὴρ πολίτης
  2. ἐστὶν ἅπασιν ὅστις
  3. γʼ ἐστὶ τοιοῦτος.
Τρυγαῖος
  1. ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
Χορός
  1. καὶ νῦν σύ γε δῆλος εἶ·
  2. σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις
  3. γεγένησαι.
Τρυγαῖος
  1. φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.